You are hereHσίοδος / Θεογονία / Κοσμογονία και Θεογονία - Γένος Θείας

Κοσμογονία και Θεογονία - Γένος Θείας


By Aristotelis - Posted on 07 Σεπτέμβριος 2008

Θεία δ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
Ἠῶ θ᾽, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος ἐν φιλότητι.
Κρίῳ δ᾽ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα 375
Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων
Πέρσην θ᾽, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
Ἀστραίῳ δ᾽ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
ἀργέστην Ζέφυρον Βορέην τ᾽ αἰψηροκέλευθον
καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. 380
Τοὺς δὲ μέτ᾽ ἀστέρα τίκτ' Ἠοσφόρον Ἠριγένεια
ἄστρα τε λαμπετόωντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται.

Συνομιλούν

Goto the Chat (Συζητήσεις)
0 users in 1 room

Ποιοι γράφτηκαν τελευταία

  • Astianaktas
  • Πολύμνια
  • Μιχάλης
  • Dimitris-Ellas
  • sterg

Κατηγορίες Ιστολογίου

Popular content

Πρόσφατα σχόλια